Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.122 Joseph. BJ 1.125 (English) >>Joseph. BJ 1.130

1.124οὗτος ἅμα καὶ τὸν Ὑρκανὸν Ἀρέτᾳ προσφυγόντα τῷ βασιλεῖ τῆς Ἀραβίας ἀνακτήσασθαι τὴν βασιλείαν ἔπειθεν καὶ τὸν Ἀρέταν δέξασθαί τε τὸν Ὑρκανὸν καὶ καταγαγεῖν ἐπὶ τὴν ἀρχήν, πολλὰ μὲν τὸν Ἀριστόβουλον εἰς τὸ ἦθος διαβάλλων, πολλὰ δʼ ἐπαινῶν τὸν Ὑρκανὸν παρῄνει δέξασθαι, καὶ ὡς πρέπον εἴη τὸν οὕτω λαμπρᾶς προεστῶτα βασιλείας ὑπερέχειν χεῖρα τῷ ἀδικουμένῳ· ἀδικεῖσθαι δὲ τὸν Ὑρκανὸν

-- --

στερηθέντα τῆς κατὰ τὸ πρεσβεῖον αὐτῷ προσηκούσης ἀρχῆς. 1.125προκατασκευάσας δὲ ἀμφοτέρους, νύκτωρ ἀναλαβὼν τὸν Ὑρκανὸν ἀπὸ τῆς πόλεως ἀποδιδράσκει καὶ συντόνῳ φυγῇ χρώμενος εἰς τὴν καλουμένην Πέτραν διασώζεται· βασίλειον αὕτη τῆς Ἀραβίας ἐστίν. 1.126ἔνθα τῷ Ἀρέτᾳ τὸν Ὑρκανὸν ἐγχειρίσας καὶ πολλὰ μὲν καθομιλήσας, πολλοῖς δὲ δώροις ὑπελθὼν δοῦναι δύναμιν αὐτῷ πείθει τὴν κατάξουσαν αὐτόν· ἦν δʼ αὕτη πεζῶν τε καὶ ἱππέων πέντε μυριάδες, πρὸς ἣν οὐκ ἀντέσχεν Ἀριστόβουλος, ἀλλʼ ἐν τῇ πρώτῃ συμβολῇ λειφθεὶς εἰς Ἱεροσόλυμα συνελαύνεται. 1.127κἂν ἔφθη κατὰ κράτος ληφθείς, εἰ μὴ Σκαῦρος Ῥωμαίων στρατηγὸς ἐπαναστὰς αὐτῶν τοῖς καιροῖς ἔλυσε τὴν πολιορκίαν· ὃς ἐπέμφθη μὲν εἰς Συρίαν ἀπὸ Ἀρμενίας ὑπὸ Πομπηίου Μάγνου πολεμοῦντος πρὸς Τιγράνην, παραγενόμενος δὲ εἰς Δαμασκὸν ἑαλωκυῖαν προσφάτως ὑπὸ Μετέλλου καὶ Λολλίου καὶ τούτους μεταστήσας, ἐπειδὴ τὰ κατὰ τὴν Ἰουδαίαν ἐπύθετο, καθάπερ ἐφʼ ἕρμαιον ἠπείχθη.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.122 Joseph. BJ 1.125 (English) >>Joseph. BJ 1.130

Powered by PhiloLogic